TLG 1397 003 :: HEGESIPPUS :: Fragmenta HEGESIPPUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 423–424. Frr. 1–7 Citation: Fragment — (line) | ||
t1-3 | ΠΑΛΛΗΝΙΑΚΑ. | |
1 | Parthenius Erot. c. 6: Περὶ Παλλήνης. Ἱστο‐ ρεῖ Διογένης καὶ Ἡγήσιππος ἐν Παλληνιακοῖς. Λέγε‐ ται καὶ Σίθονα, τὸν Ὀδομάντων βασιλέα, γεννῆσαι θυγατέρα Παλλήνην, καλήν τε καὶ ἐπίχαριν, καὶ διὰ | |
5 | τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι κλέος αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπ’ αὐτῆς Θρᾴκης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε Ἰλλυρίδος καὶ τῶν ἐπὶ Τανάϊ‐ δος ποταμοῦ κατῳκημένων· τὸν δὲ Σίθονα πρῶτον μὲν κελεύειν τοὺς ἀφικνουμένους μνηστῆρας πρὸς μάχην | |
---|---|---|
10 | ἰέναι τὴν κόρην ἔχοντα, εἰ δὲ ἥττων φανείη, τεθνάναι· τούτῳ τε τῷ τρόπῳ πάνυ συχνοὺς ἀνῃρήκει. Μετὰ δὲ, ὡς αὐτόν τε ἡ πλείων ἰσχὺς ἐπιλελοίπει, ἔγνωστό τε αὐτῷ τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν, ἄθλου προκειμένου | |
15 | τῆς κόρης, ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνά‐ ναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν. Τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, ἡ Παλλήνη, ἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτου, πάνυ ὠῤ‐ ῥώδει περὶ αὐτοῦ· καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ | |
20 | τῶν ἀμφ’ αὐτὸν, δάκρυα δὲ πολλὰ ἐχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως ὅτε τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανό‐ μενος καὶ ἐπιγνοὺς τὸ πάθος, τῇ μὲν θαρρεῖν παρεκε‐ λεύσατο, ὡς ᾗ βούλεται, ταύτῃ τοῦ πράγματος χωρή‐ σοντος· αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ | |
25 | Δρύαντος, καὶ αὐτῷ χρυσὸν πολὺν ὁμολογήσας, πείθει διὰ τῶν ἁρματηγῶν τροχῶν μὴ διεῖναι τὰς περόνας. Ἔνθα δὴ, ὡς ἐς μάχην ἐξῄεσαν, καὶ ἤλαυνεν ὁ Δρύας ἐπὶ τὸν Κλεῖτον, καὶ οἱ τροχοὶ περιερρύησαν αὐτῷ τῶν ἁρμάτων, καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν ὁ Κλεῖ‐ | |
30 | τος ἀναιρεῖ. Αἰσθόμενος δὲ ὁ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρὸς, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα, ᾤετο συνεπισφάξειν καὶ τὴν Παλλήνην. Φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος, | |
35 | μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳ‐ κῶν ὅμιλον, ἐφίησι τῷ Κλείτῳ τὴν κόρην ἄγεσθαι. | |
3 | Dionysius Hal. A. R. I, 49: Οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν (sc. Αἰνείαν), ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἔστι Κεφάλων ὁ Γεργίθιος καὶ Ἡγήσιππος ὁ Περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι | |
5 | καὶ λόγου ἄξιοι. | 423 |
t4 | ΜΙΛΗΣΙΑΚΑ. | |
4(t) | E LIBRO PRIMO. | |
1 | Parthenius Erot. c. 16: Περὶ Λαοδίκης. Ἱστορεῖ Ἡγήσιππος Μιλησιακῶν αʹ. Ἐλέχθη δὲ καὶ περὶ Λαο‐ δίκης ὅδε λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους καὶ Ἀκάμαντος, πολλὴν ἐπιθυ‐ | |
5 | μίαν ἔχειν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι, καὶ μέχρι μέν τινος ὑπ’ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νι‐ κωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι Περσέως γυ‐ ναικὶ, Φιλοβίη αὐτῇ ὄνομα, παρακαλεῖν δὲ αὐτὴν, ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ. Κατοικτείρουσα | |
10 | δὲ τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως, ὅπως συνεργὸς αὐτῇ γένηται, ἐκέλευέ τε ξενίαν καὶ φιλότητα τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ καὶ τὴν Λαοδίκην οἰκτείρων, πάσῃ μηχανῇ ἐπεὶ τὸν Ἀκάμαντα | |
15 | εἰς Δάρδανον ἀφικέσθαι πείθει (καθίστατο γὰρ ὕπαρχος τοῦ χωρίου), ἦλθε καὶ Λαοδίκη ὡς εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος οὖσα. Ἔνθα δὴ παντοδαπὴν θοίνην ἑτοιμασάμενος συγκατακλίνει καὶ τὴν Λαοδίκην αὐτῷ, φάμενος μίαν εἶναι τῶν τοῦ βασι‐ | |
20 | λέως παλλακίδων. Καὶ Λαοδίκη μὲν οὕτως ἐξέπλησε τὴν ἐπιθυμίαν, χρόνου δὲ προϊόντος γίγνεται τῷ Ἀκάμαντι υἱὸς Μούνιτος, ὃν ὑπ’ Αἴθρᾳ τραφέντα μετὰ Τροίας ἅλωσιν διεκόμισεν ἐπ’ οἴκου· καὶ αὐτὸν θηρεύοντα ἐν Ὀλύνθῳ τῆς Θρᾴκης ὄφις ἀνεῖλεν. | |
t5-7 | INCERTA. | |
5 | Etym. M.: Ἀγὼ ἡ ναῦς εἴρηται ὅτι ἐν Ἄργει τῇ πόλει κατεσκευάσθη, ὡς Ἡγήσιππος ὁ ἱστορικός. | |
6 | Schol. Vatican. Eurip. Rhes. 28: Διττὰς δὲ τὰς Εὐρώπας ἀναγράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα .... ἑτέραν δὲ Φοίνισσαν καὶ Ἀγήνορος ... Εἰσὶ δὲ οἳ καὶ τρί‐ την ἀναγράφουσι, καθάπερ Ἡγήσιππος ἐν τοῖς Παλλη‐ | |
5 | νιακοῖς γράφων οὕτως· «Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐ‐ ρώπης Τηλεφάνῃ ἐπῄει πρὸς Ἀθήνας (?) καὶ ἐπυνθάνετο Εὐρώπην ἔχεσθαι ἐν Θρᾴκῃ, καὶ οὕτως ἀφί‐ κετο εἰς τὴν καταντιπέραν ἤπειρον, καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων. Εὐρώπη [δὲ] τοῦ ἀνδρὸς ἀπολειφθεῖσα | |
10 | οὐχ ἡ Φοίνικος, ἀλλ’ ἐπιχωρία τις γυνὴ, ἀφ’ ἧς καὶ ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη κέ‐ κληται.» | |
7 | Bekker. Anecd.: Σατύας, Σατύαντος, | |
παρ’ Ἡγησίππῳ. Ἔστι δὲ ὄνομα κύριον. | 424 |